Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.29 Dem. 34.33 (English) >>Dem. 34.36

34.31σὺ δʼ ἀντὶ τοῦ πολλοὺς μάρτυρας τούτων ποιεῖσθαι πάντας ἀνθρώπους λανθάνειν ἐπειρῶ, ὥσπερ ἀδικῶν τι. καὶ εἰ μὲν ἐμοὶ τῷ δανείσαντι ἀπεδίδους, οὐδὲν <ἂν> ἔδει μαρτύρων· τὴν γὰρ συγγραφὴν ἀνελόμενος ἀπήλλαξο ἂν τοῦ συμβολαίου· νῦν δʼ οὐκ ἐμοί, ἀλλʼ ἑτέρῳ ὑπὲρ ἐμοῦ ἀποδιδούς, καὶ οὐκ Ἀθήνησιν, ἀλλʼ ἐν Βοσπόρῳ, καὶ τῆς συγγραφῆς σοι κειμένης Ἀθήνησι καὶ πρὸς ἐμέ, καὶ τὸ χρυσίον ἀπεδίδους ὄντος θνητοῦ καὶ πέλαγος τοσοῦτον μέλλοντος πλεῖν, μάρτυρα οὐδένα ἐποιήσω, οὔτε δοῦλον οὔτʼ ἐλεύθερον. 34.32 γὰρ συγγραφή με, φησί, τῷ ναυκλήρῳ ἐκέλευεν ἀποδοῦναι τὸ χρυσίον. μάρτυρας δέ γʼ οὐκ ἐκώλυεν παρακαλεῖν, οὐδὲ τὰς ἐπιστολὰς ἀποδοῦναι. καὶ οἵδε μὲν πρὸς σὲ δύο συγγραφὰς ἐποιήσαντο ὑπὲρ τοῦ συμβολαίου, ὡς ἂν οἱ μάλιστʼ ἀπιστοῦντες· σὺ δὲ μόνος μόνῳ φὴς δοῦναι τῷ ναυκλήρῳ τὸ χρυσίον, εἰδὼς κατὰ σοῦ κειμένην Ἀθήνησι συγγραφὴν πρὸς τοῦτον.

34.33λέγει δὲ ὡς συγγραφὴ σωθείσης τῆς νεὼς αὐτὸν ἀποδοῦναι κελεύει τὰ χρήματα. καὶ γὰρ ἐνθέσθαι τἀγοράσματα εἰς τὴν ναῦν κελεύει σε, εἰ δὲ μή, πεντακισχιλίας δραχμὰς ἀποτίνειν. σὺ δὲ τοῦτο μὲν τῆς συγγραφῆς οὐ λαμβάνεις, παραβεβηκὼς δʼ εὐθὺς ἐξ ἀρχῆς καὶ τὰ χρήματα οὐκ ἐνθέμενος ἀμφισβητεῖς πρὸς ἓν ῥῆμα τῶν ἐν τῇ συγγραφῇ, καὶ τοῦτʼ ἀνῃρηκὼς αὐτός. ὁπότε γὰρ ἐν τῷ Βοσπόρῳ φὴς μὴ τὰ χρήματα ἐνθέσθαι εἰς τὴν ναῦν, ἀλλὰ τὸ χρυσίον τῷ ναυκλήρῳ ἀποδοῦναι, τί ἔτι περὶ τῆς νεὼς διαλέγει; οὐ γὰρ μετέσχηκας τοῦ κινδύνου διὰ τὸ μηδὲν ἐνθέσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.29 Dem. 34.33 (English) >>Dem. 34.36

Powered by PhiloLogic